1.

[3.64] (§ 64 Cfr. adv. dogm. IV 37-41)ι´ περὶ τῆς μεταβατικῆς κινήσεως.
Φασὶ τοίνυν οἱ δοκοῦντες ἐντελέστερον περὶ κινήσεως διειληφέναι (
Aristot. Cat. p. 15 a 13
) ἓξ εἴδη ταύτης ὑπάρχειν, τοπικὴν μετάβασιν, φυσικὴν μεταβολήν, αὔξησιν, μείωσιν, γένεσιν, φθοράν. ἡμεῖς οὖν ἑκάστῳ τῶν προειρημένων εἰδῶν τῆς κινήσεως κατ' ἰδίαν ἐπιστήσομεν, ἀπὸ τῆς τοπικῆς μεταβάσεως ἀρξάμενοι. ἔστιν οὖν αὕτη κατὰ τοὺς δογματικοὺς καθ' ἣν τόπον ἐκ τόπου περιέρχεται τὸ κινούμενον ἤτοι καθ' ὁλότητα ἢ κατὰ μέρος, 〈καθ'〉 ὅλον μὲν ὡς ἐπὶ τῶν περιπατούντων, κατὰ μέρος δὲ ὡς ἐπὶ τῆς περὶ κέντρῳ κινουμένης σφαίρας˙ ὅλης γὰρ αὐτῆς μενούσης ἐν τῷ αὐτῷ τόπῳ τὰ μέρη τοὺς τόπους ἀμείβει.