1.

[3.65] (§ 65 Cfr. adv. dogm. IV 45-49) τρεῖς δέ, οἶμαι, γεγόνασιν αἱ ἀνωτάτω περὶ κινήσεως στάσεις. ὁ μὲν γὰρ βίος (Cfr. I 165) (Cfr. II 244) καί τινες τῶν φιλοσόφων εἶναι κίνησιν ὑπολαμβάνουσιν, μὴ εἶναι δὲ Παρμενίδης τε καὶ Μέλισσος καὶ ἄλλοι τινές (Cfr. II 242), μὴ μᾶλλον δὲ εἶναι ἢ μὴ εἶναι ἔφασαν οἱ σκεπτικοί˙ ὅσον μὲν γὰρ ἐπὶ τοῖς φαινομένοις δοκεῖν εἶναι κίνησιν, ὅσον δὲ ἐπὶ τῷ φιλοσόφῳ λόγῳ μὴ ὑπάρχειν. ἡμεῖς οὖν ἐκθέμενοι τὴν ἀντίρρησιν τῶν τε εἶναι κίνησιν ὑπολαμβανόντων καὶ τῶν μηδὲν εἶναι κίνησιν ἀποφαινομένων, ἐὰν τὴν διαφωνίαν εὑρίσκωμεν ἰσοσθενῆ(Cfr. I 26), μὴ μᾶλλον εἶναι ἢ μὴ εἶναι κίνησιν λέγειν ἀναγκασθησόμεθα ὅσον ἐπὶ τοῖς λεγομένοις.