1.

[3.66](§ 66 Cfr. adv. dogm. IV 67-68) ἀρξώμεθα δὲ ἀπὸ τῶν ὑπάρχειν αὐτὴν λεγόντων.
Οὗτοι δὴ τῇ ἐναργείᾳ μάλιστα ἐπερείδονται˙ εἰ γὰρ μὴ ἔστι, φασί, κίνησις, πῶς μὲν ἀπὸ ἀνατολῶν ἐπὶ δυσμὰς ὁ ἥλιος φέρεται, πῶς δὲ τὰς τοῦ ἔτους ὥρας ποιεῖ, παρὰ τοὺς πρὸς ἡμᾶς συνεγγισμοὺς αὐτοῦ καὶ τὰς ἀφ' ἡμῶν ἀποστάσεις γιγνομένας; ἢ πῶς νῆες ἀπὸ λιμένων ἀναχθεῖσαι καταίρουσιν ἐπὶ λιμένας ἄλλους πάμπολυ τῶν προτέρων ἀφεστῶτας; τίνα δὲ τρόπον ὁ τὴν κίνησιν ἀναιρῶν πρόεισι τῆς οἰκίας καὶ αὖθις ἀναστρέφει; ταῦτα δὴ τελέως ἀναντίρρητα εἶναι. διὸ καὶ τῶν κυνικῶν τις (Cfr. II 244) ἐρωτηθεὶς 〈τὸν〉 κατὰ τῆς κινήσεως λόγον οὐδὲν ἀπεκρίνατο, ἀνέστη δὲ καὶ ἐβάδισεν, ἔργῳ καὶ διὰ τῆς ἐναργείας παριστάς, ὅτι ὑπαρκτή ἐστιν ἡ κίνησις. Οὗτοι μὲν οὖν οὕτω δυσωπεῖν ἐπιχειροῦσι τοὺς τῆς ἐναντίας αὐτοῖς στάσεως ὄντας˙