1.

[3.67] (§ 67 Cfr. adv. dogm. IV 70-76) οἱ δὲ τὴν ὕπαρξιν τῆς κινήσεως ἀναιροῦντες λόγοις ἐπιχειροῦσι τοιούτοις. εἰ κινεῖταί τι, ἤτοι ὑφ' ἑαυτοῦ κινεῖται ἢ ὑφ' ἑτέρου. ἀλλ' εἰ μὲν ὑφ' ἑτέρου, [τὸ γὰρ - (v. infr.) ἄλλως τε καὶ] ἐπεὶ τὸ κινοῦν ἐνεργεῖ, τὸ δὲ ἐνεργοῦν κινεῖται, κἀκεῖνο δεήσεται κινοῦντος ἑτέρου, καὶ τὸ δεύτερον τρίτου, καὶ μέχρις ἀπείρου, ὡς ἄναρχον γίνεσθαι τὴν κίνησιν˙ ὅπερ ἄτοπον˙ οὐκ ἄρα πᾶν τὸ κινούμενον ὑφ' ἑτέρου κινεῖται. ἀλλ' οὐδὲ (§ 68 Cfr. adv. dogm. IV 83-84)ὑφ' ἑαυτοῦ.