1.

[3.68] 〈τὸ γὰρ λεγόμενον ὑφ' ἑαυτοῦ κινεῖσθαι ἤτοι ἀναιτίως κινηθήσεται ἢ κατά τινα αἰτίαν. 〈〈ἀλλ'〉〉 ἀναιτίως μὲν οὐδέν φασι γίνεσθαι˙ εἰ δὲ κατά τινα αἰτίαν κινεῖται, ἡ αἰτία, καθ' ἣν κινεῖται, κινητικὴ αὐτοῦ γενήσεται, ὅθεν εἰς ἄπειρον ἐκπίπτει κατὰ τὴν μικρῷ πρόσθεν εἰρημένην ἐπιβολήν˙ ἄλλως τε καὶ〉 ἐπεὶ πᾶν τὸ κινοῦν ἤτοι προωθοῦν κινεῖ ἢ ἐπισπώμενον ἢ ἀνωθοῦν ἢ ἐνθλῖβον, δεήσει τὸ ἑαυτὸ κινοῦν κατά τινα τῶν προειρημένων τρόπων ἑαυτὸ κινεῖν.