1.

[3.72] (§ 72 Cfr. adv. dogm. IV 93) (§ 72 Cfr. adv. dogm. IV 103-104)φασὶν οὖν τινες, ὅτι δύναταί τι ἐν ᾧ ἔστι τόπῳ κινεῖσθαι˙ τὰς γοῦν περὶ τοῖς κέντροις περιδινουμένας σφαίρας ἐν τῷ αὐτῷ μενούσας τόπῳ κινεῖσθαι. πρὸς οὓς μεταφέρειν χρὴ τὸν λόγον ἐφ' ἕκαστον τῶν μερῶν τῆς σφαίρας, καὶ ὑπομιμνῄσκοντας, ὅτι ὅσον ἐπὶ τῷ λόγῳ μηδὲ κατὰ μέρη κινεῖται 〈τι〉, συνάγειν ὅτι μηδὲ ἐν ᾧ ἔστι τόπῳ κινεῖταί τι.