1.

[3.73] (§ 73 Cfr. adv. dogm. IV 94) (§ 73 Cfr. adv. dogm. IV 105-107) τὸ δὲ αὐτὸ ποιήσομεν καὶ πρὸς τοὺς λέγοντας, ὅτι τὸ κινούμενον δυεῖν ἔχεται τόπων, τοῦ τε ἐν ᾧ ἔστι καὶ τοῦ εἰς ὃν φέρεται. πευσόμεθα γὰρ αὐτῶν, πότε φέρεται τὸ κινούμενον ἀπὸ τοῦ ἐν ᾧ ἔστι τόπου εἰς τὸν ἕτερον, ἆρα ὅτε ἐν τῷ πρώτῳ τόπῳ ἔστιν ἢ ὅτε ἐν τῷ δευτέρῳ. ἀλλ' ὅτε μὲν ἐν τῷ πρώτῳ τόπῳ ἔστιν, οὐ μετέρχεται εἰς τὸν δεύτερον˙ ἔτι γὰρ ἐν τῷ πρώτῳ ἔστιν˙ ὅτε δὲ οὐκ ἔστιν ἐν τούτῳ, οὐ μετέρχεται ἀπ' αὐτοῦ.