1.

[3.76] (§ 76 Cfr. adv. dogm. IV 139-141) Ἐρωτητέον δὲ κἀκεῖνον τὸν λόγον. εἰ κινεῖταί τι, ἤτοι κατὰ τὸ πρότερον 〈πρότερον〉 κινεῖται ἢ κατὰ ἄθρουν μεριστὸν διάστημα˙ οὔτε δὲ κατὰ τὸ πρότερον πρότερον δύναταί τι κινεῖσθαι, οὔτε κατὰ τὸ ἄθρουν μεριστὸν διάστημα, ὡς δείξομεν˙ οὐδὲ κινεῖταί τι ἄρα. ὅτι μὲν οὖν κατὰ τὸ πρότερον πρότερον οὐκ ἐνδέχεταί τι κινεῖσθαι, αὐτόθεν δῆλον. εἰ μὲν γὰρ εἰς ἄπειρον τέμνονται τὰ σώματα καὶ οἱ τόποι καὶ οἱ χρόνοι οἷς κινεῖσθαι λέγεται τὰ σώματα, οὐ γενήσεται κίνησις, ἀδυνάτου ὄντος τοῦ πρῶτόν τι ἐν ἀπείροις εὑρεθῆναι, ἀφ' οὗ πρώτου κινήσεται τὸ κινεῖσθαι λεγόμενον.