HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/PH-3,77
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/PH-3,77.rdf
1.
[3.77] (§ 77 Cfr.
adv. dogm. IV 154) εἰ δὲ εἰς ἀμερὲς καταλήγει τὰ προειρημένα, καὶ ἕκαστον τῶν κινουμένων ὁμοίως τὸ πρῶτον ἀμερὲς τοῦ τόπου τῷ πρώτῳ ἑαυτοῦ ἀμερεῖ μετέρχεται χρόνῳ, πάντα τὰ κινούμενα ἔστιν ἰσοταχῆ, οἷον ὁ ταχύτατος ἵππος καὶ ἡ χελώνη˙ ὅπερ τοῦ προτέρου ἐστὶν ἀτοπώτερον. οὐκ ἄρα κατὰ τὸ πρότερον πρότερον γίνεται ἡ κίνησις. ἀλλ' οὐδὲ κατὰ τὸ ἄθρουν μεριστὸν διάστημα.