1.

[3.78] (§ 78 Cfr. adv. dogm. IV 124-126) εἰ γὰρ ἀπὸ τῶν φαινομένων, ὥς φασιν, μαρτυρεῖσθαι τὰ ἄδηλα χρή, ἐπεί, ἵνα τις ἀνύσῃ σταδιαῖον διάστημα, δεῖ πρότερον αὐτὸν ἀνύσαι τὸ πρῶτον τοῦ σταδίου μέρος καὶ τὸ δεύτερον δεύτερον καὶ τὰ ἄλλα ὁμοίως, οὕτω καὶ πᾶν τὸ κινούμενον κατὰ τὸ πρότερον πρότερον κινεῖσθαι προσήκει, ἐπεί τοί γε εἰ ἀθρόως διιέναι τὸ κινούμενον λέγοιτο πάντα τὰ μέρη τοῦ τόπου ἐν ᾧ κινεῖσθαι λέγεται, ἐν πᾶσιν ἅμα ἔσται τοῖς μέρεσιν αὐτοῦ, καὶ εἰ τὸ μὲν ψυχρὸν εἴη μέρος, τὸ δὲ θερμὸν τοῦ δι' οὗ ποιεῖται τὴν κίνησιν, ἢ τὸ μέν, εἰ τύχοι, μέλαν, τὸ δὲ λευκὸν ὥστε καὶ χρώζειν τὰ ἐντυγχάνοντα δύνασθαι, τὸ κινούμενον ἔσται θερμόν τε ἅμα καὶ ψυχρὸν καὶ μέλαν καὶ λευκόν˙ ὅπερ ἄτοπον.