1.

[3.79] εἶτα καὶ πόσον ἀθρόως διέξεισι τόπον τὸ κινούμενον, εἰπάτωσαν. εἰ μὲν γὰρ ἀόριστον τοῦτον εἶναι φήσουσιν, προσδέξονταί τι κινεῖσθαι διὰ πάσης τῆς γῆς ἀθρόως˙ εἰ δὲ τοῦτο φεύγουσιν, ὁρισάτωσαν ἡμῖν τὸ μέγεθος τοῦ τόπου. τὸ μὲν γὰρ πρὸς ἀκρίβειαν ἐπιχειρεῖν ὁρίζειν τὸν τόπον, οὗ πλέον διάστημα οὐδὲ κατὰ τὸ ἀκαριαῖον δυνήσεται διελθεῖν τὸ κινούμενον ἀθρόως, πρὸς τῷ ἀποκληρωτικὸν καὶ προπετὲς ἢ καὶ γελοῖον ἴσως εἶναι, εἰς τὴν ἀρχῆθεν ἀπορίαν ἐμπίπτει˙ πάντα γὰρ ἔσται ἰσοταχῆ, εἴγε ἕκαστον αὐτῶν ὁμοίως κατὰ περιωρισμένους τόπους τὰς μεταβάσεις τῶν κινήσεων ποιεῖται.