1.

[3.81] εἰ δὲ μήτε κατὰ ἄθρουν μεριστὸν τόπον μήτε κατὰ τὸ πρότερον 〈πρότερον〉 κινεῖταί τι, οὐδὲ κινεῖταί τι.
Ταῦτα μὲν οὖν καὶ ἔτι πλείω τούτων φασὶν οἱ τὴν μεταβατικὴν κίνησιν ἀναιροῦντες. ἡμεῖς δὲ μήτε τοὺς λόγους τούτους μήτε τὸ φαινόμενον, ᾧ κατακολουθοῦντες εἰσάγουσι τὴν ὑπόστασιν τῆς κινήσεως, δυνάμενοι διατρέπειν, ὅσον ἐπὶ τῇ ἀντιθέσει τῶν τε φαινομένων καὶ τῶν λόγων, ἐπέχομεν περὶ τοῦ πότερον ἔστι κίνησις ἢ οὐκ ἔστιν.