1.

[3.82] ια´ περὶ αὐξήσεως καὶ μειώσεως.
Τῷ δὲ αὐτῷ χρώμενοι λογισμῷ καὶ περὶ αὐξήσεώς τε καὶ περὶ μειώσεως ἐπέχομεν˙ ἡ γὰρ ἐνάργεια δοκεῖ τὴν ὑπόστασιν αὐτῶν εἰσάγειν, ἣν οἱ λόγοι διατρέπειν δοκοῦσιν. ἢ θέασαι γοῦν˙ τὸ αὐξόμενον ὂν καὶ ὑφεστὼς εἰς μέγεθος ἐπιδιδόναι προσήκει, ὡς εἴγε ἑτέρῳ προσθέσεως γενομένης ἕτερον ηὐξηκέναι τις λέγοι, ψεύσεται. ἐπεὶ τοίνυν ἡ οὐσία οὐδέποτε ἕστηκεν, ἀλλ' ἀεὶ ῥεῖ (Cfr. I 217)(Cfr. II 28)τε καὶ ἑτέρα ἀνθ' ἑτέρας ἐπεισκρίνεται, τὸ ηὐξηκέναι λεγόμενον οὐκ ἔχει τὴν προτέραν οὐσίαν καὶ μετὰ ταύτης ἄλλην τὴν προστεθεῖσαν ἀλλ' ὅλην ἑτέραν.