1.

[3.85] (§§ 85-88 Cfr. adv. dogm. III 297-307) ιβ´ περὶ ἀφαιρέσεως καὶ προσθέσεως.
Ὅτι δὲ οὐδέν ἐστιν ἀφαίρεσις, ἐντεῦθεν ἐπιλογίζονται. εἰ ἀφαιρεῖταί τι ἀπό τινος, ἤτοι τὸ ἴσον ἀπὸ τοῦ ἴσου ἀφαιρεῖται ἢ τὸ μεῖζον ἀπὸ τοῦ ἐλάσσονος ἢ τὸ ἔλασσον ἀπὸ τοῦ μείζονος. κατὰ οὐδένα δὲ τῶν τρόπων τούτων ἀφαίρεσις γίνεται, ὡς παραστήσομεν˙ ἀδύνατος ἄρα ἐστὶν ἡ ἀφαίρεσις. ὅτι δὲ κατ' οὐδένα τῶν προειρημένων τρόπων ἡ ἀφαίρεσις γίνεται, δῆλον ἐντεῦθεν. τὸ ἀφαιρούμενον ἀπό τινος ἐμπεριέχεσθαι χρὴ πρὸ τῆς ἀφαιρέσεως τῷ ἀφ' οὗ ἀφαιρεῖται.