1.

[3.86] οὔτε δὲ τὸ ἴσον ἐν τῷ ἴσῳ περιέχεται, οἷον τὰ ἓξ ἐν τοῖς ἕξ˙ μεῖζον γὰρ εἶναι δεῖ τὸ περιέχον τοῦ περιεχομένου καὶ τὸ ἀφ' οὗ ἀφαιρεῖταί τι τοῦ ἀφαιρουμένου, ἵνα μετὰ τὴν ἀφαίρεσιν ὑπολείπηταί τι˙ τούτῳ γὰρ διαφέρειν δοκεῖ τῆς παντελοῦς ἄρσεως ἡ ἀφαίρεσις˙ οὔτε τὸ μεῖζον ἐν τῷ μικροτέρῳ, οἷον τὰ ἓξ 〈ἐν〉 τοῖς πέντε˙ ἀπεμφαίνει γάρ.