1.

[3.87] διὰ δὲ τοῦτο οὐδὲ τὸ ἔλασσον ἐν τῷ μείζονι. εἰ γὰρ ἐν τοῖς ἓξ περιέχεται τὰ πέντε ὡς ἐν πλείοσιν ἐλάσσονα, καὶ ἐν τοῖς πέντε περισχεθήσεται τὰ τέσσαρα καὶ ἐν τοῖς τέτταρσι τὰ τρία καὶ ἐν τοῖς τρισὶ τὰ δύο καὶ ἐν τούτοις τὸ ἕν. ἕξει οὖν τὰ ἓξ πέντε τέσσαρα τρία δύο ἕν, ὧν συντεθέντων γίνεται ὁ πεντε[καίδεκα] ἀριθμός, ὃς ἐν τῷ ἓξ περιέχεσθαι συνάγεται διδομένου τοῦ τὸ ἔλασσον ἐν τῷ μείζονι περιέχεσθαι. Ὁμοίως δὲ καὶ ἐν τῷ πεντεκαίδεκα τῷ ἐν τῷ ἓξ ἐμπεριεχομένῳ ὁ 〈...〉 τριακοντακαιπέντε ἀριθμὸς περιέχεται καὶ κατὰ ὑπόβασιν ἄπειροι. ἄτοπον δὲ τὸ λέγειν ἀπείρους ἀριθμοὺς ἐμπεριέχεσθαι τῷ ἓξ ἀριθμῷ˙ ἄτοπον ἄρα καὶ τὸ λέγειν, ὅτι ἐν τῷ μείζονι περιέχεται τὸ ἔλασσον.