1.

[3.89] ὅλον μὲν οὖν ἀφαιρεῖσθαι λέγειν ἤτοι ἀπὸ ὅλου ἢ ἀπὸ μέρους ἀπεμφαίνει προδήλως. λείπεται δὴ λέγειν τὸ μέρος ἀφαιρεῖσθαι ἤτοι ἀπὸ ὅλου ἢ ἀπὸ μέρους˙ ὅπερ ἐστὶν ἄτοπον. οἷον γοῦν, ἵνα ἐπὶ ἀριθμῶν στήσωμεν τὸν λόγον τοῦ σαφοῦς ἕνεκα, ἔστω δεκάς, καὶ ἀπὸ ταύτης ἀφαιρεῖσθαι λεγέσθω μονάς. αὕτη οὖν ἡ μονὰς οὔτε ἀπὸ ὅλης τῆς δεκάδος ἀφαιρεῖσθαι δύναται οὔτε ἀπὸ τοῦ λειπομένου μέρους τῆς δεκάδος, τουτέστι τῆς ἐννεάδος, ὡς παραστήσω˙ οὐκοῦν οὐδὲ ἀφαιρεῖται.