1.

[3.91] εἰ δὲ καὶ δοίη τις ἀπὸ ἑκάστης τῶν μονάδων ἀφαιρεῖσθαι τὴν μονάδα, δέκα ἕξει μέρη ἡ μονάς, δέκα δὲ ἔχουσα μέρη δεκὰς ἔσται. ἀλλὰ καὶ ἐπεὶ δέκα ἕτερα μέρη ἀπολέλειπται, ἀφ' ὧν ἀφῄρηται τὰ τῆς μονάδος λεγομένης δέκα μέρη, ἔσται τὰ δέκα εἴκοσι. ἄτοπον δὲ λέγειν τὸ ἓν δέκα εἶναι καὶ τὰ δέκα εἴκοσι καὶ τὸ ἀδιαίρετον κατὰ αὐτοὺς διαιρεῖσθαι. ἄτοπον ἄρα τὸ λέγειν ἀπὸ ὅλης τῆς δεκάδος ἀφαιρεῖσθαι τὴν μονάδα.