1.

[3.92] ἀλλ' οὐδὲ ἀπὸ τῆς ὑπολειπομένης ἐννεάδος ἀφαιρεῖται ἡ μονάς˙ τὸ μὲν γὰρ ἀφ' οὗ τι ἀφαιρεῖται οὐ μένει ὁλόκληρον, ἡ δὲ ἐννεὰς μετὰ τὴν ἀφαίρεσιν ἐκείνης τῆς μονάδος ὁλόκληρος μένει. καὶ ἄλλως, ἐπεὶ ἡ ἐννεὰς οὐδέν ἐστι παρὰ τὰς ἐννέα μονάδας, εἰ μὲν ἀπὸ ὅλης αὐτῆς λέγοιτο ἀφαιρεῖσθαι ἡ μονάς, ἐννεάδος ἀφαίρεσις ἔσται, εἰ δὲ ἀπὸ μέρους τῶν ἐννέα, εἰ μὲν ἀπὸ τῶν ὀκτώ, τὰ αὐτὰ ἄτοπα ἀκολουθήσει, εἰ δὲ ἀπὸ τῆς ἐσχάτης μονάδος, διαιρετὴν εἶναι φήσουσι τὴν μονάδα, ὅπερ ἄτοπον.