1.

[3.94] (§§ 94-96 Cfr. adv. dogm. III 321-325, e adv. dogm.326-327)(§§ 94-96 Cfr. adv. math. IV 31-33) Ἀλλὰ καὶ ἡ πρόσθεσις τῶν ἀδυνάτων εἶναι παρ' αὐτοῖς ὑπείληπται. τὸ γὰρ προστιθέμενον, φασίν, ἤτοι ἑαυτῷ προστίθεται ἢ τῷ προϋποκειμένῳ ἢ τῷ ἐξ ἀμφοῖν συνεστῶτι˙ τούτων δὲ οὐδέν ἐστιν ὑγιές˙ οὐκοῦν οὐδὲ προστίθεταί τι τινί. οἷον γοῦν ἔστω τι τετρακοτυλιαῖον πλῆθος, καὶ προστιθέσθω κοτύλη. ζητῶ τίνι προστίθεται˙ ἑαυτῇ μὲν γὰρ οὐ δύναται, ἐπεὶ τὸ μὲν προστιθέμενον ἕτερόν ἐστι τοῦ ᾧ προστίθεται, οὐδὲν δὲ ἑαυτοῦ ἕτερόν ἐστιν.