HTML: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/PH-3,95
RDF: http://ancientsource.daphnet.iliesi.cnr.it/texts/Sextus/PH-3,95.rdf
1.
[3.95] ἀλλ' οὐδὲ τῷ ἐξ ἀμφοῖν, τοῦ τετρακοτυλιαίου καὶ τῆς κοτύλης˙ πῶς γὰρ ἂν προστεθείη τι τῷ μηδέπω ὄντι; καὶ ἄλλως, εἰ τῷ τετρακοτυλιαίῳ καὶ τῇ κοτύλῃ μίγνυται ἡ κοτύλη ἡ προστιθεμένη, ἑξακοτυλιαῖον ἔσται πλῆθος ἀπὸ τοῦ τετρακοτυλιαίου καὶ τῆς κοτύλης καὶ τῆς προστιθεμένης κοτύλης.