1.

[3.96] εἰ δὲ μόνῳ τῷ τετρακοτυλιαίῳ προστίθεται ἡ κοτύλη, ἐπεὶ τὸ παρεκτεινόμενόν τινι ἴσον ἐστὶν ἐκείνῳ ᾧ παρεκτείνεται, τῷ τετρακοτυλιαίῳ πλήθει ἡ κοτύλη παρεκτεινομένη διπλασιάσει τὸ τετρακοτυλιαῖον ὡς γίνεσθαι τὸ πᾶν πλῆθος ὀκτὼ κοτυλῶν˙ ὅπερ οὐ θεωρεῖται. εἰ οὖν μήτε ἑαυτῷ προστίθεται τὸ προστίθεσθαι λεγόμενον μήτε τῷ προϋποκειμένῳ μήτε τῷ ἐξ ἀμφοῖν τούτων, παρὰ δὲ ταῦτα οὐδὲν ἔστιν, οὐδὲ προστίθεται οὐδὲν οὐδενί.