1.

[3.98] (§§ 98-101 Cfr. adv. dogm. III 338-349) ιδ´ περὶ ὅλου καὶ μέρους.
Καὶ τὸ ὅλον δὲ καὶ τὸ μέρος. κατὰ μὲν γὰρ συνέλευσιν καὶ πρόσθεσιν τῶν μερῶν τὸ ὅλον γίγνεσθαι δοκεῖ, κατ' ἀφαίρεσιν δέ τινος ἤ τινων παύεσθαι τοῦ ὅλον εἶναι. καὶ ἄλλως δέ, εἰ ἔστι τι ὅλον, ἤτοι ἕτερόν ἐστι παρὰ τὰ μέρη αὐτοῦ ἢ αὐτὰ τὰ μέρη αὐτοῦ 〈τὸ〉 ὅλον ἐστίν.