1.

[3.99] ἕτερον μὲν οὖν τῶν μερῶν οὐδὲν φαίνεται τὸ ὅλον εἶναι˙ ἀμέλει γοῦν ἀναιρουμένων τῶν μερῶν οὐδὲν ὑπολείπεται, ἵνα ἕτερόν τι παρὰ ταῦτα λογισώμεθα τὸ ὅλον. εἰ δὲ αὐτὰ τὰ μέρη τὸ ὅλον ἐστίν, ὄνομα ἔσται μόνον τὸ ὅλον καὶ προσηγορία κενή, ὑπόστασιν δὲ ἰδίαν οὐχ ἕξει, καθάπερ οὐδὲ διάστασίς ἐστί τι παρὰ τὰ διεστῶτα οὐδὲ δόκωσις παρὰ τὰ δεδοκωμένα.