1.

[3.100] οὐκ ἄρα ἔστι τι ὅλον. ἀλλ' οὐδὲ μέρη. εἰ γὰρ ἔστι μέρη, ἤτοι τοῦ ὅλου ταῦτά ἐστι μέρη ἢ ἀλλήλων ἢ ἑαυτοῦ ἕκαστον. οὔτε δὲ τοῦ ὅλου, ἐπεὶ μηδὲ ἔστι τι παρὰ τὰ μέρη (καὶ ἄλλως τὰ μέρη οὕτως ἔσται μέρη ἑαυτῶν, ἐπεὶ ἕκαστον τῶν μερῶν συμπληρωτικὸν εἶναι λέγεται τοῦ ὅλου), οὔτε ἀλλήλων, ἐπεὶ τὸ μέρος ἐμπεριέχεσθαι δοκεῖ ἐν ἐκείνῳ οὗ ἐστι μέρος, καὶ ἄτοπόν ἐστι λέγειν τὴν χεῖρα, εἰ τύχοι, ἐν τῷ ποδὶ περιέχεσθαι.