1.

[3.101] ἀλλ' οὐδὲ ἕκαστον ἑαυτοῦ μέρος ἔσται˙ διὰ γὰρ τὴν περιοχὴν ἔσται τι ἑαυτοῦ μεῖζον καὶ ἔλαττον. εἰ οὖν μήτε τοῦ ὅλου μήτε ἑαυτῶν μήτε ἀλλήλων μέρη ἐστὶ τὰ λεγόμενα εἶναι μέρη, οὐδενός ἐστι μέρη. εἰ δὲ μηδενός ἐστι μέρη, οὐδὲ ἔστι μέρη˙ τὰ γὰρ πρός τι ἀλλήλοις συναναιρεῖται. (Cfr.125)(Cfr.175)Ταῦτα μὲν οὖν ἄλλως εἰρήσθω κατὰ παρέκβασιν, ἐπειδὴ ἅπαξ ὅλου καὶ μέρους ἐπεμνήσθημεν.