1.

[3.102] ιε´ περὶ φυσικῆς μεταβολῆς.
Ἀνυπόστατον δὲ εἶναι λέγουσί τινες καὶ τὴν καλουμένην φυσικὴν μεταβολήν, λόγοις ἐπιχειροῦντες τοιούτοις. εἰ μεταβάλλει τι, ἤτοι σῶμά ἐστι τὸ μεταβάλλον ἢ ἀσώματον˙ ἑκάτερον δὲ τούτων ἠπόρηται˙ ἄπορος ἄρα ἔσται καὶ ὁ περὶ τῆς μεταβολῆς λόγος.