1.

[3.106] §§ 106-107 Cfr.( 144-145) ἔτι καὶ ταῦτά φασί τινες. τὸ μεταβάλλον ἔν τινι χρόνῳ μεταβάλλειν ὀφείλει˙ οὔτε δὲ ἐν τῷ παρῳχηκότι χρόνῳ μεταβάλλει τι οὔτε ἐν τῷ μέλλοντι, ἀλλ' οὐδ' ἐν τῷ ἐνεστῶτι, ὡς δείξομεν˙ οὐκ ἄρα μεταβάλλει τι. ἐν μὲν οὖν τῷ παρεληλυθότι ἢ μέλλοντι χρόνῳ οὐδὲν μεταβάλλει˙ τούτων γὰρ οὐθέτερος ἐνέστηκεν, ἀδύνατον δέ ἐστι δρᾶν τι ἢ πάσχειν ἐν τῷ μὴ ὄντι καὶ ἐνεστηκότι χρόνῳ.