1.

[3.107] (§ 107 Cfr. adv. dogm. III 271 sqq.) ἀλλ' οὐδὲ ἐν τῷ ἐνεστῶτι. ὁ γὰρ ἐνεστὼς χρόνος ἴσως μὲν καὶ ἀνύπαρκτός ἐστιν, ἵνα δὲ τοῦτο νῦν ὑπερθώμεθα, ἀμερής ἐστιν˙ ἀδύνατον δέ ἐστιν 〈ἐν〉 ἀμερεῖ χρόνῳ νομίζειν τὸν σίδηρον, εἰ τύχοι, ἀπὸ τῆς σκληρότητος εἰς μαλακότητα μεταβάλλειν ἢ τῶν ἄλλων μεταβολῶν ἑκάστην γίνεσθαι˙ παρατάσεως γὰρ αὗται φαίνονται χρῄζειν. εἰ οὖν μήτε ἐν τῷ παρεληλυθότι χρόνῳ μεταβάλλει τι μήτε ἐν τῷ μέλλοντι 〈μήτε ἐν τῷ ἐνεστῶτι, οὐδὲ〉 μεταβάλλειν τι ῥητέον.