1.

[3.108] πρὸς τούτοις, εἰ ἔστι τις μεταβολή, ἤτοι 〈αἰσθητή ἐστι ἢ νοητή. καὶ αἰσθητὴ μὲν οὔκ ἐστιν· αἱ μὲν γὰρ〉 αἰσθήσεις αἰσθήσεις ἁπλοπαθεῖς εἰσιν, ἡ δὲ μεταβολὴ συμμνημόνευσιν(Cfr. adv. math. I 129) (Cfr. adv. dogm. III 353 sqq.)(Cfr. II 64) ἔχειν δοκεῖ τοῦ τε ἐξ οὗ μεταβάλλει καὶ εἰς ὃ μεταβάλλειν λέγεται˙ εἰ δὲ νοητή ἐστιν, ἐπεὶ περὶ τῆς ὑπάρξεως τῶν νοητῶν ἀνεπίκριτος γέγονε παρὰ τοῖς παλαιοῖς διαφωνία, καθάπερ ἤδη πολλάκις ὑπεμνήσαμεν (Cfr. I 170)(Cfr. II 57 sqq.), οὐδὲν ἕξομεν λέγειν οὐδὲ περὶ τῆς ὑπάρξεως μνήσαμεν, οὐδὲν ἕξομεν λέγειν οὐδὲ περὶ τῆς ὑπάρξεως τῆς μεταβολῆς.