1.

[3.109] (§ 109 Cfr. adv. dogm. IV 323) ις´ περὶ γενέσεως καὶ φθορᾶς.
Συμπεριτρέπεται μὲν οὖν καὶ ἡ γένεσις καὶ ἡ φθορὰ τῇ προσθέσει καὶ τῇ ἀφαιρέσει καὶ τῇ φυσικῇ μεταβολῇ˙ χωρὶς γὰρ τούτων οὔτε γένοιτο ἄν τι οὔτε φθαρείη, οἷον γοῦν ἀπὸ τῆς δεκάδος φθειρομένης, ὡς φασίν, ἐννεάδα γίνεσθαι συμβαίνει κατὰ ἀφαίρεσιν μονάδος, καὶ τὴν δεκάδα ἀπὸ τῆς ἐννεάδος φθειρομένης κατὰ πρόσθεσιν τῆς μονάδος, καὶ τὸν ἰὸν ἀπὸ τοῦ χαλκοῦ φθειρομένου κατὰ μεταβολήν. ὥστε ἀναιρουμένων τῶν προειρημένων κινήσεων ἀναιρεῖσθαι καὶ τὴν γένεσιν καὶ τὴν φθορὰν ἴσως ἀνάγκη.