1.

[3.110] οὐδὲν δὲ ἧττόν τινες κἀκεῖνα φασίν. εἰ ἐγεννήθη Σωκράτης, 〈ἤτοι〉 ὅτε οὐκ ἦν Σωκράτης ἐγένετο Σωκράτης, ἢ ὅτε ἦν ἤδη Σωκράτης. ἀλλ' εἰ μὲν ὅτε ἦν ἤδη γεγενῆσθαι λέγοιτο, δὶς ἂν εἴη γεγενημένος˙ εἰ δὲ ὅτε οὐκ ἦν, ἅμα καὶ ἦν Σωκράτης καὶ οὐκ ἦν. ἦν μὲν τῷ γεγονέναι, οὐκ ἦν δὲ κατὰ τὴν ὑπόθεσιν.