1.

[3.111] (§ 111 Cfr. adv. dogm. III 269) (§ 111 Cfr. adv. dogm. IV 346) καὶ εἰ ἀπέθανε Σωκράτης, ἤτοι ὅτε ἔζη ἀπέθανεν ἢ ὅτε ἀπέθανεν. καὶ ὅτε μὲν ἔζη, οὐκ ἀπέθανεν, ἐπεὶ ὁ αὐτὸς ἂν καὶ ἔζη καὶ ἐτεθνήκει˙ ἀλλ' οὐδὲ ὅτε ἀπέθανεν, ἐπεὶ δὶς ἂν εἴη τεθνηκώς. οὐκ ἄρα ἀπέθανε Σωκράτης. τοῦτον δὲ τὸν λόγον οἷόν τέ ἐστιν ἐφ' ἑκάστου τῶν γίνεσθαι ἢ φθείρεσθαι λεγομένων ἱστάντα ἀναιρεῖν τὴν γένεσιν καὶ τὴν φθοράν.