1.

[3.113] (§§ 113-114 Cfr. adv. dogm. IV 344-345) τὸ ἄρα γινόμενον οὐκ ὂν ἔσται, ὅπερ ἀπεμφαίνει. εἰ οὖν μήτε τὸ μὴ ὂν γίνεται μήτε τὸ ὄν, οὐδὲ γίνεταί τι. κατὰ τὰ αὐτὰ δὲ οὐδὲ φθείρεται. εἰ γὰρ φθείρεταί τι, ἤτοι τὸ ὂν φθείρεται ἢ τὸ μὴ ὄν. τὸ μὲν οὖν οὐκ ὂν οὐ φθείρεται˙ πάσχειν γάρ τι δεῖ τὸ φθειρόμενον. ἀλλ' οὐδὲ τὸ ὄν. ἤτοι γὰρ μένον ἐν τῷ ὂν εἶναι φθείρεται ἢ μὴ μένον. καὶ εἰ μὲν μένον ἐν τῷ ὂν εἶναι, ἔσται τὸ αὐτὸ ἅμα καὶ ὂν καὶ οὐκ ὄν˙