1.

[3.116] (§ 116 Cfr. adv. dogm. IV 246) οὐδὲν ἄρα σῶμα μένει. τό γε μὴν λεγόμενον μένειν συνέχεσθαι δοκεῖ ὑπὸ τῶν περὶ αὐτό, τὸ δὲ συνεχόμενον πάσχει˙ οὐδὲν δὲ ἔστι πάσχον, ἐπεὶ μηδὲ αἴτιον, ὡς ὑπεμνήσαμεν (Cfr. § 13 sqq.)(Cfr. § 103)˙ οὐδὲ μένει τι ἄρα. ἐρωτῶσι δέ τινες (Cfr. adv. dogm. IV 246)καὶ τοῦτον τὸν λόγον. τὸ μένον πάσχει, τὸ δὲ πάσχον κινεῖται˙ τὸ ἄρα μένειν λεγόμενον κινεῖται˙ εἰ δὲ κινεῖται, οὐ μένει.