1.

[3.117] ἐκ δὲ τούτων φανερόν ἐστιν, ὅτι οὐδὲ τὸ ἀσώματον ἐνδέχεται μένειν. εἰ γὰρ τὸ μένον πάσχει, τὸ δὲ πάσχειν σωμάτων ἐστὶν ἴδιον, εἴπερ ἄρα, καὶ οὐχὶ ἀσωμάτων, οὐδὲν δὲ ἀσώματον οὔτε πάσχειν δύναται οὔτε μένειν, οὐδὲν ἄρα μένει.