1.

[3.118] Τοσαῦτα μὲν καὶ περὶ μονῆς εἰρήσθω. ἐπεὶ δὲ ἕκαστον τῶν προειρημένων οὐκ ἄνευ τόπου ἢ χρόνου ἐπινοεῖται, μετιτέον ἐπὶ τὴν περὶ τούτων σκέψιν˙ ἐὰν γὰρ ταῦτα δείξῃ τις ἀνυπόστατα, ἀνυπόστατον ἔσται καὶ διὰ ταῦτα ἐκείνων ἕκαστον. ἀρξώμεθα δὲ ἀπὸ τοῦ τόπου.