1.

[3.119] ιη´ περὶ τόπου.
Τόπος τοίνυν λέγεται διχῶς, κυρίως καὶ καταχρηστικῶς, καταχρηστικῶς μὲν [ὡς] ὁ ἐν πλάτει, ὡς ἐμοῦ ἡ πόλις, κυρίως δὲ ὁ πρὸς ἀκρίβειαν κατέχων τι, ὡς ἐμὲ ὁ ἀήρ, ὑφ' οὗ περιέχομαι πρὸς ἀκρίβειαν. ζητοῦμεν οὖν περὶ τοῦ τόπου 〈τοῦ〉 πρὸς ἀκρίβειαν. τοῦτον δὲ οἱ μὲν ἔθεσαν (Cfr. § 124)(Cfr. § 131), οἱ δὲ ἀνεῖλον, οἱ δὲ ἐπέσχον περὶ αὐτοῦ.