1.

[3.120] (§§ 120-121 Cfr. adv. dogm. IV 7-12) ὧν οἱ μὲν ὑπάρχειν αὐτὸν φάσκοντες ἐπὶ τὴν ἐνάργειαν καταφεύγουσιν. τίς γὰρ ἄν, φασί, λέξειε μὴ εἶναι τόπον ὁρῶν τὰ μέρη τοῦ τόπου, οἷον τὰ δεξιὰ τὰ ἀριστερά, τὰ ἄνω τὰ κάτω, ἔμπροσθεν ὀπίσω, καὶ ἄλλοτε ἀλλαχοῦ γιγνόμενος, βλέπων τε, ὅτι ἔνθα ὁ ὑφηγητὴς ὁ ἐμὸς διελέγετο, ἐνταῦθα ἐγὼ νῦν διαλέγομαι, τόπον τε διάφορον καταλαμβάνων τῶν κούφων φύσει καὶ τῶν φύσει βαρέων,