1.

[3.121] ἔτι καὶ τῶν ἀρχαίων ἀκούων λεγόντων
‘῾ἤτοι μὲν γὰρ πρῶτα χάος ἐγένετο᾽. ’
εἶναι γάρ φασι χάος τὸν τόπον ἀπὸ τοῦ χωρητικὸν αὐτὸν εἶναι τῶν ἐν αὐτῷ γινομένων. εἴγε μὴν ἔστι τι σῶμα, φασίν, ἔστι καὶ ὁ τόπος˙ ἄνευ γὰρ τούτου οὐκ ἂν εἴη τὸ σῶμα. καὶ εἰ ἔστι τὸ ὑφ' οὗ καὶ τὸ ἐξ οὗ, ἔστι καὶ τὸ ἐν ᾧ, ὅπερ ἐστὶν ὁ τόπος˙ τὸ δὲ πρῶτον ἐν ἑκατέρῳ˙ τὸ ἄρα δεύτερον ἐν ἀμφοτέροις.