1.

[3.122] (§§ 122-123 Cfr. adv. dogm. IV 13-19) οἱ δὲ ἀναιροῦντες τὸν τόπον οὐδέ τὰ μέρη τοῦ τόπου διδόασιν εἶναι˙ μηδὲν γὰρ εἶναι τὸν τόπον παρὰ τὰ τούτου μέρη, καὶ τὸν συνάγειν πειρώμενον, ὅτι ἔστιν ὁ τόπος ἐκ τοῦ τὰ μέρη αὐτοῦ ὡς ὄντα λαμβάνειν, τὸ ζητούμενον δι' ἑαυτοῦ κατασκευάζειν βούλεσθαι. ὁμοίως δὲ ληρεῖν καὶ τοὺς ἔν τινι τόπῳ γίνεσθαί τι ἢ γεγονέναι φάσκοντας, ὅλως μὴ διδομένου τοῦ τόπου (Cfr. §§ 38 sqq.). συναρπάζειν δὲ αὐτοὺς καὶ τὴν τοῦ σώματος ὕπαρξιν μὴ διδομένην αὐτόθεν˙ καὶ τὸ ἐξ οὗ καὶ τὸ ὑφ' οὗ δείκνυσθαι ἀνύπαρκτα παραπλησίως τῷ τόπῳ.