1.

[3.123] τόν τε Ἡσίοδον μὴ ἀξιόχρεων εἶναι κριτὴν τῶν κατὰ φιλοσοφίαν. καὶ οὕτω διακρουόμενοι τὰ εἰς κατασκευὴν φερόμενα τοῦ εἶναι τόπον, ἤδη καὶ ποικιλώτερον κατασκευάζουσιν, ὅτι ἀνύπαρκτός ἐστι, ταῖς ἐμβριθεστέραις εἶναι δοκούσαις τῶν δογματικῶν στάσεσι περὶ τοῦ τόπου προσχρώμενοι, τῇ τε τῶν Στωικῶν καὶ τῇ τῶν Περιπατητικῶν, τὸν τρόπον τοῦτον.