1.

[3.124] (§ 124 Cfr. adv. dogm. IV 3-4)Οἱ Στωικοί (Stoic. fr. II 505 A.) φασι κενὸν μὲν εἶναι τὸ οἷόν τε ὑπὸ ὄντος κατέχεσθαι μὴ κατεχόμενον δέ, ἢ διάστημα ἔρημον σώματος, ἢ διάστημα ἀκαθεκτούμενον ὑπὸ σώματος, τόπον δὲ διάστημα ὑπὸ ὄντος κατεχόμενον καὶ ἐξισαζόμενον τῷ κατέχοντι αὐτόν, νῦν ὂν καλοῦντες τὸ σῶμα, χώραν δὲ διάστημα κατὰ μέν τι κατεχόμενον ὑπὸ σώματος κατὰ δέ τι ἀκαθεκτούμενον, ἐνίων χώραν εἰπόντων εἶναι τὸν τόπον τοῦ μεγάλου σώματος, ὡς ἐν μεγέθει τὴν διαφορὰν εἶναι` τοῦ τε τόπου καὶ τῆς χώρας.