1.

[3.126] εἰ δὲ αἱ τρεῖς διαστάσεις, ἐπεὶ οὔτε κενὸν ὑπόκειται ἐν τῷ λεγομένῳ τόπῳ οὔτε ἄλλο σῶμα διάστασιν ἔχον, μόνον δὲ τὸ ἐν τόπῳ λεγόμενον εἶναι σῶμα ὅ συνέστηκεν ἐκ τῶν διαστάσεων (ἔστι γὰρ τοῦτο μῆκος καὶ πλάτος καὶ βάθος καὶ ἀντιτυπία, ἣ δὴ συμβεβηκέναι λέγεται ταῖς διαστάσεσι ταῖς προειρημέναις (Cfr. § 39)), αὐτὸ τὸ σῶμα ἔσται ἑαυτοῦ τόπος, καὶ τὸ αὐτὸ περιέχον καὶ περιεχόμενον, ὅπερ ἄτοπον. οὐκ ἄρα ἔστι τις διάστασις τόπου ὑποκειμένου.