1.

[3.127] διὰ δὲ τοῦτο οὐδὲ ἔστι τι ὁ τόπος. ἐρωτᾶται δὲ καὶ οὗτος ὁ λόγος. ἐπεὶ διπλαῖ αἱ διαστάσεις οὐ θεωροῦνται καθ' ἕκαστον τῶν ἐν τόπῳ εἶναι λεγομένων, ἀλλ' ἓν μῆκος καὶ ἓν πλάτος καὶ ἓν βάθος, πότερον μόνου τοῦ σώματός εἰσιν αἱ διαστάσεις αὗται ἢ μόνου τοῦ τόπου ἢ ἀμφοτέρων; ἀλλ' εἰ μὲν μόνου τοῦ τόπου, οὐχ ἕξει τὸ σῶμα ἴδιον μῆκος οὐδὲ πλάτος οὐδὲ βάθος οὐθέν, ὥστε οὐδὲ σῶμα ἔσται τὸ σῶμα, ὅπερ ἄτοπον.