1.

[3.128] εἰ δὲ ἀμφοτέρων, ἐπεὶ τὸ κενὸν οὐδεμίαν ὑπόστασιν ἔχει παρὰ τὰς διαστάσεις, εἰ αἱ διαστάσεις αἱ τοῦ κενοῦ ὑπόκεινται ἐν τῷ σώματι συστατικαὶ οὖσαι αὐτοῦ τοῦ σώματος, τὰ τοῦ κενοῦ συστατικὰ καὶ τοῦ σώματος ἔσται συστατικά. περὶ μὲν γὰρ τῆς ὑπάρξεως τῆς ἀντιτυπίας οὐκ ἔστι διαβεβαιώσασθαι, καθάπερ ἔμπροσθεν ὑπεμνήσαμεν (Cfr. §§ 45 sq.)μόνων δὲ τῶν διαστάσεων φαινομένων κατὰ τὸ λεγόμενον σῶμα, αἵπερ εἰσὶ τοῦ κενοῦ καὶ αἱ αὐταὶ τῷ κενῷ, κενὸν ἔσται τὸ σῶμα˙ ὅπερ ἄτοπον. εἰ δὲ μόνου τοῦ σώματός εἰσιν αἱ διαστάσεις, οὐδεμία ἔσται διάστασις τόπου, διόπερ οὐδὲ ὁ τόπος. εἰ τοίνυν κατ' οὐδένα τῶν προειρημένων τρόπων εὑρίσκεται τόπου διάστασις, οὐδὲ ἔστιν ὁ τόπος.