1.

[3.129] (§ 129 Cfr. adv. dogm. IV 21-23) πρὸς τούτοις λέγεται, ὅτι ὅτε ἔπεισι τῷ κενῷ τὸ σῶμα καὶ γίνεται τόπος, ἤτοι ὑπομένει τὸ κενὸν ἢ ὑποχωρεῖ ἢ φθείρεται. ἀλλ' εἰ μὲν ὑπομένει, τὸ αὐτὸ ἔσται καὶ πλῆρες καὶ κενόν˙ εἰ δὲ ὑποχωρεῖ κινούμενον μεταβατικῶς ἢ φθείρεται μεταβάλλον, σῶμα ἔσται τὸ κενόν˙ σώματος γὰρ ἴδιά ἐστι ταῦτα τὰ πάθη (Cfr. § 38)(Cfr. § 52). ἄτοπον δὲ τὸ αὐτὸ λέγειν κενὸν καὶ πλῆρες, ἢ ὅτι σῶμά ἐστι τὸ κενόν. ἄτοπον ἄρα τὸ λέγειν οἷόν τε εἶναι τὸ κενὸν ὑπὸ σώματος κατασχεθῆναι καὶ γενέσθαι τόπον.