1.

[3.131] (§ 131 Cfr. adv. dogm. IV 30) Ταῦτα μὲν οὖν καὶ ἔτι πλείω πρὸς τὴν στάσιν τῶν Στωικῶν περὶ τοῦ τόπου λέγεται˙ οἱ δὲ Περιπατητικοί φασιν (
Aristot. Phys. 212 a 6
) εἶναι τόπον τὸ πέρας τοῦ περιέχοντος, καθὸ περιέχει, ὡς ἐμοῦ τόπον εἶναι τὴν ἐπιφάνειαν τοῦ ἀέρος τὴν περιτετυπωμένην τῷ ἐμῷ σώματι. ἀλλ' εἴπερ τοῦτό ἐστιν ὁ τόπος, τὸ αὐτὸ καὶ ἔσται καὶ οὐκ ἔσται. ὅτε γὰρ μέλλει ἔν τινι τόπῳ γίνεσθαι τὸ σῶμα, καθὸ μὲν οὐδὲν δύναται γενέσθαι ἐν τῷ μὴ ὑπάρχοντι, δεῖ προϋπάρχειν τὸν τόπον, ἵνα οὕτως ἐν αὐτῷ γένηται τὸ σῶμα, καὶ διὰ τοῦτο ἔσται ὁ τόπος πρὶν ἐν αὐτῷ γενέσθαι τὸ ἐν τῷ τόπῳ σῶμα. καθὸ δὲ περιτυπουμένης τῆς τοῦ περιέχοντος ἐπιφανείας τῷ περιεχομένῳ ἀποτελεῖται, οὐ δύναται ὑποστῆναι ὁ τόπος πρὸ τοῦ ἐν αὐτῷ γενέσθαι τὸ σῶμα, καὶ διὰ τοῦτο οὐκ ἔσται τότε. ἄτοπον δὲ τὸ αὐτὸ λέγειν καὶ εἶναί τι καὶ μὴ εἶναι˙ οὐκ ἄρα ἐστὶ τόπος τὸ πέρας τοῦ περιέχοντος, καθὸ περιέχει.