1.

[3.132] πρὸς τούτοις, εἴ ἐστί τι ὁ τόπος, ἤτοι γεννητός ἐστιν ἢ ἀγέννητος. ἀγέννητος μὲν οὖν οὔκ ἐστιν˙ περιτυπούμενος γάρ, φασίν, τῷ ἐν αὐτῷ σώματι ἀποτελεῖται. ἀλλ' οὐδὲ γεννητός˙ εἰ γάρ ἐστι γεννητός, ἤτοι ὅτε ἐν τόπῳ ἐστὶ τὸ σῶμα, τότε γίνεται ὁ τόπος ἐν ᾧ ἤδη λέγεται εἶναι τὸ ἐν τόπῳ, ἢ ὅτε οὔκ ἐστιν ἐν αὐτῷ.