1.

[3.134] (§ 134 Cfr. adv. dogm. IV 34) κοινότερον δὲ καὶ ταῦτα δύναται λέγεσθαι. εἴ ἐστί τι ὁ τόπος, ἤτοι σῶμά ἐστιν ἢ ἀσώματον˙ ἑκάτερον δὲ τούτων ἀπορεῖται, ὡς ὑπεμνήσαμεν (Cfr.§§ 38-56)(Cfr.§ 109 sqq.)˙ καὶ ὁ τόπος ἄρα ἐστὶν ἄπορος. ὁ τόπος πρὸς τῷ σώματι νοεῖται, οὗ ἐστι τόπος˙ ἄπορος δέ ἐστιν ὁ περὶ τῆς ὑπάρξεως τοῦ σώματος λόγος˙ καὶ ὁ περὶ τοῦ τόπου ἄρα. ὁ τόπος ἑκάστου ἀίδιος μὲν οὔκ ἐστιν, γίνεσθαι δὲ λεγόμενος ἀνυπόστατος εὑρίσκεται γενέσεως μὴ ὑπαρχούσης.